Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀκροβαφὴς πεφόρητο διʼ ὕδατος ἴχνος ἐρέσσων,
  2. κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα,
  3. εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων
  4. Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ
  5. νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου,
  6. μὴ βοὸς ἰσοτύποιο διʼ αἰθέρος εἰκόνα τεύχων
  7. ποντοπόρων στήσειε νεώτερον ἄστρον Ἐρώτων·
  8. καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις
  9. γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης
  10. ὑσμίνην γαμίης πεφυλαγμένος ἐννοσιγαίου.
  11. τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη
  12. λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν,
  13. ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ
  14. καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν·
  15. Ἀσσυρίης δʼ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης
  16. ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες Ἐρώτων,
  17. φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει
  18. ἀννεφέλους ἀκτῖνας ἀκτῖνας ὀιστεύουσα Σελήνη
  19. πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης
  20. πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες.