Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ·
  2. εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ
  3. Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ
  4. ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ
  5. Πιερικαὶ δονέουσιν ἐπʼ ᾐόνι Φοιβάδες αὖραι·
  6. καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ
  7. χρύσεον, οἷά περ ὁρμόν, ἐπʼ αὐχένι θήκατο κούρης.
  8. κοῦραι δʼ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο
  9. ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις
  10. ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ.
  11. καὶ Βερόη βλάστησεν ὁμόδρομος ἰοχεαίρῃ,
  12. δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος·
  13. καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης
  14. καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου
  15. χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ
  16. ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ
  17. κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης.
  18. Ἀσσυρίην δʼ ἑτέρην δεδοκημένος ἄζυγα κούρην
  19. Ζεὺς πάλιν ἐπτοίητο, καἰ ἤθελεν εἶδος ἀμεῖψαι·
  20. καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ