Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης
  2. πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης,
  3. ἡμιτελές μύκημα νέων πέμπουσα γενείων,
  4. καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων·
  5. καὶ δρύες ἐφθέγξαντο· γαληναίῳ δὲ προσώπῳ
  6. ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη,
  7. τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν.
  8. πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς,
  9. πᾶσιν ὁμοῦ· μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν
  10. τερπωλήν, ἅτε μάντις, ἐπεί συὸς εἰκόνι μορφῆς
  11. Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων
  12. ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν.
  13. καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν
  14. δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη
  15. παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης,
  16. ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ·
  17. παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων
  18. χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης
  19. Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης
  20. δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης,