Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων,
  2. ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας,
  3. ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν·
  4. θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης
  5. σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι.
  6. καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες
  7. θῆρες ἐβακχεύοντο· λέων δέ τις ἁβρὸν ἀθύρων
  8. χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου,
  9. ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων,
  10. καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ
  11. ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων,
  12. καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ
  13. πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ,
  14. ὠρυγῆς δʼ ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ
  15. ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην,
  16. καί τις ἐνὶ ξυλόχοισι λιπών κεμαδοσσόον ἄγρην,
  17. ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ
  18. ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ,
  19. καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ,
  20. ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ,