Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πρῶτον τεσσαρακοστὸν ἔχει, πίθεν υἱέι Μύρρης ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.
  2. ἄρτι μέν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων
  3. πήξας ἀγλαόκαρπον ἐπὶ χθονὶ βότρυν ὀπώρης
  4. οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης·
  5. καὶ Παφίης δόμον εἶδε γαμήλιον· ἡμερίδων δὲ
  6. ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας
  7. ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ.
  8. καὶ Χαρίτων χορὸς ἦεν· ἀεξιφύτοιο δὲ λόχμης
  9. ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ
  10. κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ
  11. ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ
  12. ὕμνον Ἀμυμώνης, Λιβανηίδες εἴπατε Μοῦσαι,
  13. καὶ βυθίου Κρονίδαο καὶ εὐύμνοιο Λυαίου
  14. Ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν Ἐνυώ.
  15. ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων,
  16. ποντοπαγής, εὔνησος, ἐύχλοος, οὖ ῥάχις ἰσθμοῦ
  17. στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης
  18. κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν·
  19. ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου
  20. Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις