Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων,
  2. εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς,
  3. καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου
  4. στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην
  5. ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,
  6. θεσμὰ Σόλωνος ἔχουσα· πιεζομένη δὲ λοχείῃ
  7. λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ
  8. Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου
  9. παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες
  10. υἱέας ὠδίνουσιν ἐπʼ εὐκύκλοιο βοείης·
  11. καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ
  12. ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης·
  13. καὶ βρέφος εἰς φάος ἦγεν. ἐχυτλώσαντο δέ κούρην
  14. τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται,
  15. ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων·
  16. τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν
  17. Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου
  18. ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ·
  19. χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης
  20. σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,