Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς
  2. ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ
  3. οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν.
  4. ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,
  5. πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,
  6. ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων,
  7. ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων,
  8. Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον ἰοχεαίρης,
  9. Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή,
  10. Ὀρχομενὸς Χαρίτων, Λιβανηίδος ἄστρον ἀρούρης,
  11. Τηθύος ἰσοέτηρος, ὁμόδρομος Ὠκεανοῖο,
  12. ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ
  13. Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις,
  14. ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ
  15. ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ
  16. ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττί μιν αὐτὴ
  17. ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης
  18. Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ·
  19. καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης
  20. φόρτον ἐλαφρίζει· φθάμενος δέ μιν ὠκέι ταρσῷ,