Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης
  2. ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δʼ ἐνὶ κόλπῳ
  3. ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις,
  4. πέτρη δʼ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου
  5. πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ,
  6. ληναίαις λιβάδεσσι κατάσκιον ὄμβρον ἐέρσης---
  7. ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ·
  8. αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων
  9. ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης.
  10. καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,
  11. ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα,
  12. ἀρτιφανὴς ὤδινεν ἐπʼ ὀφρύσι γείτονος ὅρμου·
  13. καὶ πάις ὠκυπόδης, κόπον ἄρσενα ποσσὶ τινάξας,
  14. γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην,
  15. μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,
  16. θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ
  17. δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης.
  18. καὶ ταχὺ αἰγλήεντι θορὼν ἐπί μητρὸς ἀγοστῷ
  19. ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς,
  20. στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς