Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐρανίης ὤδινεν ἀπʼ αὔλακος ἔγκυον ὕδωρ,
  2. ὁππόθι νόσφι γάμων ἀρόσας ῥόον ἄρσενε λύθρῳ
  3. αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ γόνος ἀφρῷ,
  4. καὶ Φύσις ἔπλετο μαῖα· συναντέλλων δὲ θεαίνῃ
  5. στικτὸς ἱμάς, στεφανηδὸν ἐπʼ ἰξύι κύκλον ἑλίξας,
  6. αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης.
  7. καὶ θεὸς ἰχνεύουσα διʼ ὕδατος ἄψοφον ἀκτὴν
  8. οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ
  9. Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν
  10. ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων·
  11. καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ
  12. πορφυρέη πέλε μᾶλλον· ἀκυμάντοιο δὲ πόντου
  13. χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ
  14. νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ
  15. σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ,
  16. καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης
  17. ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ·
  18. καὶ Βερόης ἐπέβαινε· ποδῶν δʼ ἐπίβαθρα θεαίνης
  19. ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου.
  20. πρώτη Κύπριν ἔδεκτο· καὶ ὑψόθι γείτονος ὅρμου