Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ
  2. ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην.
  3. καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων
  4. ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ·
  5. Δηριάδην δʼ ἐδίωκε ταχύδρομον· αὐτὰρ ὁ φεύγων
  6. κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις·
  7. ἀλλʼ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ
  8. κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης,
  9. ἤτοι ὁ μὲν ποταμοῖο παρʼ ᾐόνας ἄπλετος ἔστη,
  10. ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴν
  11. ὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου,
  12. δαίμων δʼ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων
  13. ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος.
  14. αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ
  15. πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ,
  16. μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ
  17. αὐτόματος. χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν
  18. σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ.
  19. βάκχοι δʼ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου
  20. δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ