Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος.
  2. Ὀρσιβόη δʼ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων,
  3. κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην·
  4. πενθαλέοις δʼ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου,
  5. καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης,
  6. καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου·
  7. Χειροβίη δʼ ὀλόλυξε καταφθιμένοιο τοκῆος,
  8. κυανέους δʼ ἤρασσε βραχίονας, ἀργυδέου δὲ
  9. στέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος·
  10. Πρωτονόη δʼ ἀπέδιλος ἑὰς ξύουσα παρειάς,
  11. κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου,
  12. κλαῖεν ἐπʼ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι,
  13. διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ·
  14. Ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο· κὰδ δʼ ἐμὲ χήρην
  15. ἔλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο·
  16. νήπιον οὐ τέκον υἷα παραίφασιν· οὐ μετὰ νίκην
  17. νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ
  18. αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις,
  19. καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω
  20. ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην.