Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.
  2. ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ,
  3. καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένῳ δὲ
  4. εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ·
  5. καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,
  6. ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ
  7. ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ·
  8. ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
  9. διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
  10. τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων·
  11. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ
  12. εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων
  13. Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος
  14. γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς·
  15. ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη
  16. δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ
  17. δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος·
  18. ἔγνω δʼ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς
  19. Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου·
  20. καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.