Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖον ἔπος μαντῷον ἀνήρυγον· ἐγρόμενοι δὲ
  2. Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου
  3. θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων.
  4. τοῖσι δʼ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους
  5. ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων
  6. ἐσσόμενος πολιοῦχος· ὑπερκύψας δὲ θαλάσσης
  7. ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ
  8. εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς·
  9. τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης
  10. καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες,
  11. καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου
  12. ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης.
  13. καὶ πλόος ἦν· πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳ
  14. ναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ,
  15. καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην.
  16. αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου
  17. λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων
  18. ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης,
  19. εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις
  20. εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι.