Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ,
  2. καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης.
  3. τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης
  4. αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη·
  5. Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην,
  6. ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου
  7. γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα,
  8. αἰετὸν αὐτοκέλευθον ἐδαιτρεύσαντο μαχαίρῃ
  9. Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ
  10. ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν
  11. θέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας
  12. δαιμονίαις λιβάδεσσιν ἐπερρίζωσε θαλάσσῃ
  13. ἄγχι Τύρου παρὰ πόντον· ἐπʼ ἀρραγέεσσι δὲ πέτραις
  14. Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.
  15. σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων
  16. ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης
  17. ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην·
  18. ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ
  19. παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ
  20. θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων