Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄρνιν ἑαῖς γενύεσσι κατεσθίει, οὐδὲ καὶ αὐτὸς
  2. αἰετὸς ἑρπηστῆρα πολυσπείρητον ἀκάνθαις
  3. ἁρπάξας ὀνύχεσσι μετάρσιος ἠέρα τέμνει,
  4. οὐδέ μιν ὀξυόδοντι καταγράψειε γενείῳ·
  5. οὐδέ τανυπρέμνοιο φυτοῦ πεφορημένος ὄζοις
  6. πυρσὸς ἀδηλήτου περιβόσκεται ἔρνος ἐλαίης,
  7. οὐδὲ δρακοντείων φολίδων σπείρημα μαραίνει
  8. σύννομον ἀγχικέλευθον, ὁμοπλεκέων δὲ καὶ αὐτῶν
  9. οὐ πτερύγων ὄρνιθος ἐφάπτεται ἁλλόμενον πῦρ,
  10. ἀλλὰ φυτοῦ κατὰ μέσσα φίλον σέλας ἀτμὸν ἰάλλει·
  11. οὐδὲ κύλιξ ἀτίνακτος ἐπήορος ὑψόθι πίπτει
  12. σειομένων ἀνέμοισιν ὀλισθήσασα κορύμβων.
  13. καὶ σοφὸν ἀγρεύσαντες ὁμόχρονον ὄρνιν ἐλαίης
  14. αἰετὸν ὑψιπέτην ἱερεύσατε κυανοχαίτῃ,
  15. λύθρον ἐπισπένδοντες ἁλιπλανέεσσι κολώναις
  16. καὶ Διὶ καὶ μακάρεσσι· καὶ ἄστατος οὐκέτι πέτρη
  17. πλάζεται ὑγροφόρητος, ἀκινήτοις δὲ θεμέθλοις
  18. αὐτομάτη ζωσθεῖσα συνάπτεται ἄζυγι πέτρῃ.
  19. πήξατε δʼ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις
  20. ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.