Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ῥίπεσιν οἰσυΐνοις, μὴ φώριον οἶδμα χυθείη
  2. ἐνδόμυχον γλαφυροῖο κεχηνότι δούρατος ὁλκῷ.
  3. καὶ σχεδίης οἴηκα κυβερνητῆρα πορείης
  4. ὑγρῆς ἀτραπιτοῖο πολύστροφον ἡνιοχῆα
  5. πάντοθι δινεύοντες, ὅπῃ νόος ὑμέας ἕλκει,
  6. δουρατέῳ κενεῶνι χαράξατε νῶτα θαλάσσης,
  7. εἰσόκε χῶρον ἵκοισθε μεμορμένον, ὁππόθι δισσαὶ
  8. ἀσταθέες πλώουσιν ἀλήμονες εἰν ἁλὶ πέτραι,
  9. ἃς Φύσις Ἀμβροσίας ἐπεφήμισεν, αἷς ἔνι θάλλει
  10. ἥλικος αὐτόρριζον ὁμόζυγον ἔρνος ἐλαίης,
  11. πέτρης ὑγροπόροιο μεσόμφαλον· ἀκροτάτοις δὲ
  12. αἰετὸν ἀθρήσητε παρεδρήσσοντα κορύμβοις
  13. καὶ φιάλην εὔτυκτον· ἀπὸ φλογεροῖο δὲ δένδρου
  14. θαμβαλέους σπινθῆρας ἐρεύγεται αὐτόματον πῦρ,
  15. καὶ σέλας ἀφλεγέος περιβόσκεται ἔρνος ἐλαίης·
  16. καὶ φυτὸν ὑψιπέτηλον ἕλιξ ὄφις ἀμφιχορεύει,
  17. ἀμφότερον βλεφάροισι καὶ οὔασι θάμβος ἀέξων·
  18. οὐ γὰρ ἀερσιπότητον ἐς αἰετὸν ἄψοφος ἕρπων
  19. λοξὸς ἀπειλητῆρι δράκων περιβάλλεται ὁλκῷ,
  20. οὐδὲ διαπτύων θανατηφόρον ἰὸν ὀδόντων