Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων
- εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις
- μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς,
- ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης
- αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρης
- οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι,
- εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ
- ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι—ἐννύχιοι γὰρ
- οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες—·
- οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.
- τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ
- ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ
- Ἀστροχίτων ἤστραψε· πυριγλήνου δὲ προσώπου
- μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί·
- καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ,
- ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου,
- στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην·
- καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ.
- αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ
- ψαύων ἀμβροσίης καὶ νέκταρος· οὐ νέμεσις δέ,