Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ
- χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων
- ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν,
- σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων
- ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών,
- χεύμασι δʼ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο
- σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης
- ὄμβρον ἄγεις φερέκαρπον, ἐπʼ εὐώδινι δὲ Γαίῃ
- ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,
- καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ
- ῥαίνων ζωοτόκοιο διʼ αὔλακος ὄμπνιον ἀκτήν.
- Βῆλος ἐπʼ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων,
- Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς·
- καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ
- χιλιέτης σοφὸς ὄρνις ἐπʼ εὐόδμῳ σέο βωμῷ
- φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν,
- τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,
- λύσας δʼ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην·
- εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,
- εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης,