Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης·
  2. εἴρετο δʼ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν·
  3. Ἀστροχίτων με δίδασκε, τύπῳ χθονός, εἰκόνι νήσου,
  4. τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ;
  5. τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ;
  6. τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί;
  7. τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;
  8. εἶπε· καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ·
  9. Βάκχε, σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
  10. ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους
  11. ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών,
  12. ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν
  13. αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς·
  14. οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ
  15. πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις.
  16. καί ποτε πηγαίῃσι παρʼ εὐύδροισι χαμευναῖς
  17. ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ
  18. τερψινόου Ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου
  19. εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων
  20. γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ,