Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὤρην
- χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔλυεν ὕδωρ·
- εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν
- Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς
- ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ.
- ἀλλʼ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ,
- εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων
- τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ·
- Ἀστροχίτων Ἤρακλες, ἄναξ πυρός ὄρχαμε κόσμου,
- ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν,
- ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίκῃ,
- υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
- κύκλον ἄγεις μετὰ κύκλον· ἀφʼ ὑμετέροιο δὲ δίφρου
- γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών·
- μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης
- ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη
- σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ,
- ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην·
- παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ
- χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων.