Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- φθεγγομένης κατὰ πόντον Ἀμαδρυὰς ἐγγὺς ἀκούει,
- καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
- πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης
- ἄσθματι καρποτόκῳ προχέει νηοσσόον ἀήτην,
- ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων,
- καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ
- φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ,
- κωφῆς ἄβροχον ἅρμα καθιππεύοντι γαλήνης,
- ἰθύνειν δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,
- ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων.
- ὦπι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών,
- συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.
- ὣς εἰπὼν παράμειβε διʼ ἄστεος ὄμμα τιταίνων·
- καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ
- μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου·
- καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς
- καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης
- Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα,
- μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ
- πηγὰς θάμβεε μᾶλλον ὅπῃ χθονίου διὰ κόλπου