Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ,
  2. γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ,
  3. καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ.
  4. καὶ πόλιν ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ
  5. νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων
  6. πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης.
  7. καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ
  8. βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ
  9. συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι
  10. δίκτυον αἶ ἐρύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς
  11. σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ·
  12. εἰναλίης δʼ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης
  13. ποιμένες--- ὑλοτόμοισι, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ
  14. φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων,
  15. πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη,
  16. μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ.
  17. καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν·
  18. Νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν,
  19. τηλίκον οὕ ποτε κάλλος ἐσέδρακον· ὑψιτενῆ γὰρ
  20. δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ