Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κεῖθι γὰρ ἴχνος ἔκαμψε, καὶ ἄσπετα πέπλα δοκεύων
  2. θάμβεεν Ἀσσυρίης ἑτερόχροα δαίδαλα τέχνης,
  3. ἄργυφον εἰσορόων Βαβυλωνίδος ἔργον Ἀράχνης·
  4. καὶ Τυρίῃ σκοπίαζε δεδευμένα φάρεα κόχλῳ,
  5. πορφυρέους σπινθῆρας ἀκοντίζοντα θαλάσσης,
  6. ἧχι κύων ἁλιεργὸς ἐπʼ αἰγιαλοῖσιν ἐρέπτων
  7. ἐνδόμυχον χαροπῇσι γενειάσι θέσκελον ἰχθὺν
  8. χιονέας πόρφυρε παρηίδας αἵματι κόχλου,
  9. χείλεα φοινίξας διερῷ πυρί, τῷ ποτε μούνῳ
  10. φαιδρὸν ἁλιχλαίνων ἐρυθαίνετο φᾶρος ἀνάκτων.
  11. καὶ πόλιν ἀθρήσας ἐπεγήθεεν, ἣν ἐνοσίχθων
  12. οὐ διερῷ μίτρωσεν ὅλῳ ζωστῆρι θαλάσσης,
  13. ἀλλὰ τύπον λάχε τοῖον Ὀλύμπιον, οἷον ὑφαίνει
  14. ἀγχιτελὴς λείπουσα μιῇ γλωχῖνι σελήνη.
  15. καί οἱ ὀπιπεύοντι μέσην χθόνα σύζυγον ἅλμῃ
  16. διπλόον ἔλλαχε θάμβος, ἐπεὶ Τύρος εἰν ἁλὶ κεῖται
  17. εἰς χθόνα μοιρηθεῖσα, συναπτομένη δὲ θαλάσσῃ
  18. τριχθαδίαις λαγόνεσσι μίαν ξυνώσατο μίτρην·
  19. νηχομένῃ δʼ ἀτίνακτος ὁμοίιος ἔπλετο κούρῃ,
  20. καὶ κεφαλὴν καὶ στέρνα καὶ αὐχένα δῶκε θαλάσσῃ,