Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πάντες ἐβακχεύοντο, πολυκμήτοιο λιπόντες
  2. μνῆστιν ὅλου πολέμοιο, Βορειάδι σύνδρομον αὔρῃ
  3. σκιδναμένην· καὶ ἕκαστος ἔχων ἀναθήματα νίκης
  4. ὄψιμον εἰς δόμον ἦλθε παλίνδρομος. ἀντί δὲ πάτρης
  5. Ἀστέριος τότε μοῦνος ἀνιπτοπόδων σχεδὸν Ἄρκτων
  6. Φάσιδος ἀμφὶ ῥέεθρον ἀθαλπέι νάσσατο γαίῃ
  7. Μασσαγέτην παρὰ κόλπον, ἑοῦ γενέταο τοκῆος
  8. ναίων ἀστερόεντος ὑπὸ σφυρὰ δύσνιφα Ταύρου,
  9. φεύγων Κνώσσιον ἄστυ καὶ ἀρσενόπαιδα γενέθλην,
  10. Πασιφάην στυγέων καὶ ἑὸν Μίνωα τοκῆα,
  11. καὶ Σκυθίην προβέβουλεν ἑῆς χθονός· αὐτὰρ ὁ μούνοις
  12. Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοις ἄμα Βάκχαις
  13. Καυκασίην μετὰ δῆριν Ἀμαζονίου ποταμοῖο
  14. Ἀρραβίης ἐπέβαινε τὸ δεύτερον, ἧχι θαμίζων
  15. λαὸν ἀβακχεύτων Ἀράβων ἐδίδαξεν ἀείρειν
  16. μυστιπόλους νάρθηκας· ἀεξιφύτοιο δὲ λόχμης
  17. Νύσια Βοτρυόεντι κατέστεφεν οὔρεα θαλλῷ.
  18. Ἀρραβίης δὲ τένοντα βαθύσκιον ἄλσος ἐάσας
  19. ἀτραπὸν Ἀσσυρίην διεμέτρεε πεζὸς ὁδίτης,
  20. καὶ Τυρίων μενέαινεν ἰδεῖν χθόνα πατρίδα Κάδμου·