Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων
- κυδιόων, ἕτερος δὲ κατʼ αὐχένος ἅμμα πεδήσας
- Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν·
- καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ
- στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων·
- ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ
- φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων,
- καὶ λίθον ἀστράπτουσαν Ἐρυθραίης γέρας ἅλμης·
- πολλὴ δʼ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ
- ληιδίη πλοκάμων μελανόχροος ἕλκετο νύμφη,
- δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ.
- χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου
- εἰς σκοπιάς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη,
- κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ.
- καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης
- λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων
- Ἰνδῴην μετὰ δῆριν· ἀπεσσεύοντο δὲ λαοὶ
- μάρμαρα κουφίζοντες Ἑώια δῶρα θαλάσσης,
- ὄρνεά τʼ αἰολόμορφα· παλιννόστῳ δὲ πορείῃ
- κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ