Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Σάτυρος βαρύδουπον ἐπιρρήσσων χθόνα ταρσῷ
  2. λοξὰ κυβιστητῆρι ποδῶν βακχεύετο παλμῷ,
  3. πῆχυν ἐπικλίνων μανιώδεος αὐχένι Βάκχης·
  4. καὶ πρυλέες Βρομίοιο συνωρχήσαντο βοείαις,
  5. καὶ τροχαλῆς κλονέοντες ἐνόπλια κύκλα χορείης
  6. ῥυθμὸν ἐμιμήσαντο φερεσσακέων Κορυβάντων,
  7. καὶ στρατὸς ἱππήων κορυθαιόλον εἰς χορὸν ἔστη
  8. νίκην πανδαμάτειραν ἀνευάζων Διονύσου·
  9. οὐδέ τις ἄψοφος ἦεν· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
  10. εἰς πόλον ἑπτάζωνον ἀνέδραμεν εὔιος ἠχώ.
  11. ἀλλʼ ὅτε λυσιπόνοιο παρήλυθε κῶμος ἑορτῆς,
  12. νίκης ληίδα πᾶσαν ἑλὼν μετὰ φύλοπιν Ἰνδῶν
  13. ἀρχαίης Διόνυσος ἑῆς ἐμνήσατο πάτρης,
  14. λύσας ἑπταέτηρα θεμείλια δηιοτῆτος.
  15. καὶ δηίων ὅλον ὄλβον ἐληίζοντο μαχηταί
  16. ὧν ὁ μὲν Ἰνδὸν ἴασπιν, ὁ δὲ γραπτῆς ὑακίνθου
  17. Φοιβάδος εἶχε μέταλλα καὶ ἔγχλοα νῶτα μαράγδου·
  18. ἄλλος ἐυκρήπιδος ὑπὸ σκοπιῇσιν Ἰμαίου
  19. ὄρθιον ἴχνος ἔπειγε δορικτήτων ἐλεφάντων,
  20. ὅς δὲ παρʼ Ἡμωδοῖο βαθυσπήλυγγι κολώνῃ