Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ
  2. Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν·
  3. πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ
  4. καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν.
  5. ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ
  6. δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω.
  7. σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε, Μορρεῦ·
  8. αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν,
  9. Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.
  10. ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ·
  11. οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος.
  12. χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει
  13. φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.
  14. τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη·
  15. Πρωτονόη δʼ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ
  16. χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ·
  17. Πατρίδος ἡμετέρης πέσον ἐλπἱδες· οὐκέτι λεύσσω
  18. ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην.
  19. Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν,
  20. ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν