Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ,
  2. καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην,
  3. γαῖαν ἀναινομένην· ἐχέτω δέ με πενθερὸν ὕδωρ,
  4. Δηριάδην δʼ ἐσίδω καὶ ἐν ὕδασι· μηδὲ νοήσω
  5. Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ,
  6. μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω
  7. ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων·
  8. μὴ πόσιν ἄλλον ἴδοιμι μετʼ ἀνέρα Δηριαδῆα.
  9. εἴην Νηιάδεσσιν ὀμέστιος, ὅττι καὶ αὐτὴν
  10. Λευκοθέην ζώουσαν ἐδέξατο κυανοχαίτης,
  11. καὶ μία Νηρεΐδων κικλήσκεται, ἀντὶ δὲ λευκῆς
  12. ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.
  13. τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες
  14. ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων.
  15. βάκχοι δʼ ἐκροτάλιζον ἀπορρίψαντες Ἐνυώ,
  16. τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν·
  17. Ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.
  18. καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης,
  19. ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος
  20. πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν,