Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς·
  2. διχθαδίαις δʼ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα
  3. οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ·
  4. ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην
  5. καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης.
  6. καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα·
  7. Φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς·
  8. οὐδὲ πέλε φθιμένου τιμήορος· ἐχθομένην δὲ
  9. Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν Ἐνυώ,
  10. ἀλλʼ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι·
  11. τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω
  12. ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος;
  13. θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης
  14. Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην,
  15. Χειροβίην δʼ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης.
  16. γνωτῆς δʼ ἡμετέρης ὀλοώτερα πήματα πάσχω·
  17. Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης,
  18. Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης,
  19. αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης
  20. ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ.