Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην,
  2. ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ
  3. Δηριάδην κρύφε κῦμα, ῤόος δʼ ἐκάλυψεν Ὀρόντην.
  4. μητέρι δʼ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ
  5. θυγατέρων ἤεισε καταφθαμένους ὑμεναίους·
  6. Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην,
  7. Χειροβίην δʼ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ,
  8. ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν
  9. Χειροβίη ζώοντα φίλον πόσιν, οὐ δέ ἑ θύρσος,
  10. οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δʼ ἄρα διπλόα πάσχω,
  11. ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος.
  12. λῆγε, μάτην σέο παῖδα παρηγορέουσα, τιθήνη,
  13. δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω·
  14. δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.
  15. τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην,
  16. ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;
  17. τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,
  18. ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην;
  19. εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτἠ
  20. δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,