Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν, πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.
  2. οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς
  3. ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης·
  4. ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη—
  5. ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης,
  6. ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδων—
  7. ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν·
  8. κλεψινόοις δʼ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν,
  9. Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ
  10. Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ
  11. φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ·
  12. Φεύγεις, Δηριάδη; τίνι κάλλιπες Ἄρεα νηῶν;
  13. πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην
  14. ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ
  15. Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας;
  16. αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ
  17. ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου,
  18. ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην
  19. μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ.
  20. χάζεό μοι Μορρῆι λιπὼν μόθον· ἢν δʼ ἐθελήσῃς,