Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χείλεσι δʼ ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας
  2. εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς·
  3. καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
  4. κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.
  5. Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων
  6. ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ
  7. νηῦν ἰδίην ἔφλεξεν ἐκούσιον ἁψάμενος πῦρ·
  8. νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ,
  9. καὶ λοξαῖς ἑλίκεσσιν ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
  10. κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,
  11. καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.
  12. καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης
  13. Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου,
  14. αἰθομένου φεύγουσα διʼ ὕδατος ἰκμαλέον πῦρ.
  15. χάζετο δʼ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσας·
  16. καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς
  17. ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.
  18. Δηριάδης δʼ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις
  19. εἰς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,
  20. φεύγων ὑγρὸν Ἄρηα θαλασσομόθου Διονύσου.