Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω.
  2. πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης
  3. ἔστω Χειροβίης ἕτερος πόσις· αἰδόμενος γὰρ
  4. καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων,
  5. ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω.
  6. ἀλλʼ ἐρέεις· εὔοπλος ἐμὴ δάμαρ οἶδεν Ἐνυώ.
  7. εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ
  8. Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες·
  9. κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνον ἀκοίτης
  10. εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι· ἐν θαλάμοις γὰρ
  11. οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος.
  12. ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα,
  13. καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη
  14. μαρναμένου Βρομίοιο τυπεὶς φθισήνορι θύρσῳ.
  15. καὶ θρασὺς ἀγνώσσων δολίην παρεοῦσαν Ἀθήνην
  16. ψευδομένου Μορρῆος ἐλεγχέα μῦθον ἀκούων
  17. χείλεσιν αἰδομένοισι παρήγορον ἴαχε φωνήν·
  18. Φείδεο σῶν ἐπέων· τί με μέμφεαι, ἄτρομε Μορρεῦ;
  19. οὐ πρόμος, οὐ πρόμος οὗτος, ἑὸν δέμας αἰὲν ἀμείβων.
  20. καὶ γὰρ ἀμηχανέω, τίνι μάρναμαι ἢ τίνα βάλλω·