Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς,
  2. Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος,
  3. δέμνιον ἀμφιέποντες ὁμόγνιον, ὤμοι ἀνάγκης·
  4. γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.
  5. ὣς φαμένης ἀπένεψε γοήμονος ὄμβρον ὀπωπῆς
  6. μήτηρ ἀσχαλόωσα· διχοστασίῃ δὲ μενοινῆς
  7. Ἁρμονίην ᾤκτερπε, Διὸς δʼ ἀλέεινεν ἀπειλήν.
  8. ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῷ
  9. κερδαλέῳ ζωοτῆρι δολοφράδμων Ἀφροδίτη,
  10. καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς
  11. Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα·
  12. καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου
  13. Πεισινόῃ δέμας ἶσον ἐίσκετο γεῖτονι κούρῃ,
  14. Κάδμον ἅ περ ποθέουσα, καὶ ὡς κρυθίῃ τινὶ νούσῳ
  15. λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπῳ
  16. ἀμφιπόλους ἔσσευε· παρεδριόωσα δὲ μούνῃ,
  17. οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν·
  18. Ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλόν ἀλήτην,
  19. οἷον ἔχεις μνηστῆρα, μακαρτάτη· οἷον ἀκοίτην
  20. ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη·