Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει,
  2. ἧχι ῥόος χαρίεντος Ἀδώνιδος· ἱμερόεις γὰρ
  3. ἐκ Λιβάνου νέος οὗτος, ὅπῃ Κυθέρεια χορεύει.
  4. ἤλιτον· οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ,
  5. ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δʼ ἐψεύσατο φύτλην.
  6. οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος· εἴ ποτε Μαίῃ
  7. σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας,
  8. Ἁρμονίῃ πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς,
  9. οὐδὲ μάτην Καδμῖλος ἀείδεται· οὐρανίην γὰρ
  10. μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει.
  11. εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν,
  12. Ἠμαθίων τάχα Φοῖβον ἑῷ ξείνισσε μελάθρῳ.
  13. παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης
  14. εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον· ἆ μέγα θαῦμα,
  15. λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς,
  16. ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων·
  17. ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς
  18. Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων·
  19. οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη,
  20. οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα