Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις,
- παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους.
- ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται·
- τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην
- ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;
- ἀλλʼ, ἐρέεις, Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ·
- πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου,
- ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνετις Ἥρη
- Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην;
- οὐ χατέει Κάδμονιο τεὸς πόσις ὑψιμέδων Ζεύς·
- ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς
- ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι,
- εἰ λίπε θοῦρον Ἄρηα, κυβερνπητῆρα κυδοιμοῦ,
- καὶ βροτόν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος
- ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,
- τοσσατίους Τιρῆνας ἐνεκλήισσε βερέθρῳ,
- καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ.
- οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν·
- Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης
- θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ