Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλʼ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις
- λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου,
- παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρθε νύμφη
- εἰς θρόνον εὐποίητον· ἀμοιβαίῳ δὲ καὶ αὐτὴ
- ἑζομένη στοιχηδὸν ἐπʼ ἀργυροφεγγέι δίφρῳ
- ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ,
- καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ
- ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ.
- παρθενικὴ δʼ ἀίουσα πολυπλάγκτους ὑμεναίους
- καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,
- ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος
- ξεινοδόκος Κάδμοιο βοοσσόος ἔννεπεν Ἐρμῆς·
- καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ
- συζυγίην φερέοκον ἀδωροδόκων ὑμεναίων·
- καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης
- δάκρυαι μυδαλέη πολυξμεμφέα ῥήξατο φωνήν·
- Μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην;
- οὕτωι σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις;
- ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;
- ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;