Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος εἰπὲ τεκούσῃ·
  2. κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.
  3. Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ
  4. νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,
  5. τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ
  6. μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.
  7. ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων
  8. ὁλκάδος ἰθυπόροιο παλίμπορα πείσματα λύσας
  9. εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ·
  10. διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ
  11. δουροπαγές πόμπευε διʼ οἴδματος ἅρμα θαλάσσης,
  12. ἰσάζων ἑκάτερθε νεὼς πόδας, οἷα δὲ Φοῖνιξ,
  13. ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην,
  14. πηδαλίῳ παρέμιμνεν· ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν
  15. Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυε κούρην
  16. νηὸς ἰδὼν ξείνους ἐπιβήτορας, οὓς τότε ναῦται
  17. μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ
  18. ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν·
  19. Αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ
  20. υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην·