Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους
  2. καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
  3. χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
  4. πάσας δʼ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ
  5. τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
  6. ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος·
  7. πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.
  8. καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ
  9. Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ
  10. Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
  11. Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης
  12. γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης
  13. λάτριν ἔχων πομπῆα διʼ ἄστεος ἄχρι θαλάσσης.
  14. παρθενικὴν δʼ ὁρόωσα παρʼ ᾐόνας ὑψόθι πόντου
  15. ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,
  16. Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·
  17. Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
  18. ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
  19. ἥν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην
  20. οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος εἰς πόθον ἕλκεις;