Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει
  2. βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος· εἰσορόω δὲ
  3. ὁλκάδα Σιδονίην. Δολόεις τάχα φώριος Ἄρης
  4. ἕζεται ἐν πρύμνῃσιν ἔσω Λιβάνοιο κομίζων
  5. ἑσπερίην πλώουσαν ἀπὸ Θρῄκης Ἀφροδίτην.
  6. ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντῳ δὲ γαλήνῃ
  7. πέμπέ μοι ἴκμενον οὖρον ἀχείμονι μητρὶ θαλάσσῃ.
  8. τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ
  9. λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων.
  10. καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς
  11. οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων
  12. ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς.
  13. ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων
  14. ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην,
  15. ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς,
  16. εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις
  17. χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας
  18. δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις
  19. ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ,
  20. ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ