Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν,
  2. καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ·
  3. Ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,
  4. χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων,
  5. χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω
  6. μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην.
  7. σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ·
  8. Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.
  9. ἀλλʼ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω
  10. μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
  11. Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ.
  12. ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων·
  13. εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,
  14. ἵμερον Ὠρίωνος ἐς Ἠριγένειαν ἐνίψω,
  15. καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτʼ ἔλθω
  16. εἰς δύσιν ἀχλυόεσσαν, ἐπʼ Ἐνδυμίωνι καὶ αὐτὴ
  17. Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.
  18. τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη
  19. ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ·
  20. καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου