Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ.
  2. ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς
  3. αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων
  4. σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις.
  5. οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων,--- [*](A line has dropt out, having the sense suggested in the text.)
  6. ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρῃ
  7. ὄρθια δινεύουσα νοήμοι δάκτυλα παλμῷ
  8. Ἁρμκονίην ἐκάλεσσε τύπῳ τεχυήμονι φωνῆς·
  9. ἡ δὲ τιταινομένη βλεφάρων ἀντώτιον αἴγλην
  10. Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς,
  11. καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης
  12. σιγαλέαι κήρθκε ἐμκαντεύοντο παρειαί.
  13. παγθενικὴ δʼ ἀνέπαλτο καὶ ὡμάρτησε τεκούσῃ
  14. εἰς δόμον αἰπύδμητον· ἀναπτύξασα δὲ μήτηρ
  15. ἑπταμύχου θαλάμοιο πολυσφρήτιστον ὀχῆα
  16. λάινον οὐδὸν ἄμειψε· φιλοστόργῳ δὲ μενοινῇ
  17. ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης·
  18. καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφινσε κούρης
  19. δραξαμένη παλάμῃ χιονώδεϊ· καὶ τάχα φαίης
  20. ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην.