Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ
  2. πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου
  3. κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην
  4. ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.
  5. ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
  6. μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,
  7. ὅττι, θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος, Ἥρη
  8. Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει·
  9. Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·
  10. οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
  11. ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.
  12. εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
  13. εἰς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
  14. ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,
  15. χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω
  16. τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ
  17. ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.
  18. εἶπε, καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ
  19. εἰς πλόον οἰστρήσασα πόθῳ πειθήμονα κούρην.
  20. ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ