Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν,
  2. καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν
  3. αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω·
  4. δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ
  5. δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
  6. κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου·
  7. αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω
  8. δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
  9. τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας
  10. ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,
  11. χείλεσιν ἡμετέρουσι μεμυκότα χείλεα πήξας,
  12. τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ
  13. εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
  14. αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ
  15. λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
  16. οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ·
  17. καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
  18. θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
  19. καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ
  20. εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.