Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν,
  2. οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει
  3. Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη,
  4. τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης.
  5. εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
  6. σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ.
  7. οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ
  8. εἰαρινὸν δώρημα φύσις δωρήσατο Κάδμῳ·
  9. εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν
  10. ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου
  11. ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ
  12. δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν
  13. μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί.
  14. καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω
  15. χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου.
  16. εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς
  17. ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη
  18. φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας
  19. αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ.
  20. χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,