Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος Ἄρης.
  2. τοῖσι μὲν ἐγρεκύδοιμος ἕην πλόος, εἶχε δʼ Ἐνυὼ
  3. ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ
  4. ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ
  5. ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
  6. ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίραις,
  7. χεῖρας ἐρετμώσαντες ἀήθεας εἰς μέλαν ὕδωρ
  8. ἴθμασιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσης·
  9. εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,
  10. αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
  11. χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
  12. μαρνάμενος ῥοθίοισι μετʼ ἀνέρας ἔσχισεν ὕδωρ.
  13. εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,
  14. νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ·
  15. καὶ βυθίῳ τριόδοντι κορύσσετο κυανοχαίτης
  16. μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων
  17. ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
  18. καὶ πισύραις κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις
  19. κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,
  20. δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,