Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Στερόπης προμάχιζεν· ἀερσιπόδης δʼ Ἁλιμήδης
  2. χειρὶ λαβὼν πρηῶνα θαλασσοτόκοιο κολώνης
  3. ῥῖψεν ἐπʼ ἀντιβίοισιν· ἔδυνε δὲ φοιταλέη νηῦς
  4. τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ.
  5. καί τις ἀκοντισθεῖσα διʼ ὁλκάδος ὁλκάδι γείτων
  6. ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή,
  7. νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ
  8. στεινομένων νεφεληδόν· ἔην δʼ ἑτερόκτυπος ἠχώ.
  9. καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν Ἐνυώ,
  10. ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου,
  11. ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος,
  12. καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς
  13. Μορρεὺς μὲν ταχύγουνος ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
  14. Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον Ἐνυώ,
  15. ἶσος ἀριστεύων καὶ ἐν ὕδασιν· ἀλλὰ ἑ θύρσῳ
  16. Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης,
  17. καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς.
  18. ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ
  19. λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ,
  20. θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ,