Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·
  2. καὶ Ζέφυρος κεκόρυστο, Νότος δʼ ἐπεσύρισεν Εὔρῳ,
  3. καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην
  4. ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
  5. καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος
  6. ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν
  7. Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.
  8. χείλεσι δʼ ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας
  9. εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς·
  10. καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
  11. κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.
  12. Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων
  13. ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ
  14. νηῦν ἰδίην ἔφλεξεν ἐκούσιον ἁψάμενος πῦρ·
  15. νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ,
  16. καὶ λοξαῖς ἑλίκεσσιν ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
  17. κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,
  18. καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.
  19. καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης
  20. Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου,