Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄλλα κυβερνητῆρος ἀποπλαγχθέντα κελεύθου
  2. ἄστατα πηδαλίοιο διέξεσεν ἄκρα κορύμβου·
  3. καὶ Φλόγιος κλυτότοξος ὑπηνέμιον βέλος ἕλκων
  4. ἴκρια νηὸς ἔβαλλε καὶ οὐκ ἐτύχησε Λυαίου.
  5. ἦν δʼ ἐσιδεῖν κατὰ πόντον ἐύπτερον ἰὸν ἀλήτηι
  6. πουλύποδος σκολιοῖο περιπλεχθέντα κορύμβοις·
  7. ἄλλου δʼ ἤμβροτεν ἄλλος· Ἐρυθραίῳ δὲ σιδήρῳ
  8. πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου·
  9. ἔγχεϊ δʼ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ
  10. ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχη
  11. ἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν
  12. θηγαλέῃ γλωχῖνι· τιτυσκόμενος δὲ σιδήρῳ
  13. εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου
  14. Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου
  15. εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή,
  16. κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν,
  17. δελφὶς δʼ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ
  18. ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης·
  19. πολλοὶ δʼ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου
  20. ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων.