Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βακχιάδες τε φάλαγγες ἐπέρρεον αἴθοπι λαῷ.
  2. κεῖτο δὲ δυσμενέων στρατὸς ἄσπετος, ὧν ἐνὶ χάρμῃ
  3. βαλλομένων ξιφέεσσι καὶ ὀξυτόροισιν ὀιστοῖς.
  4. τοῦ μὲν ὑπὲρ λαπάρην βέλος ἔμπεσε, τοῦ δὲ τυπέντος
  5. ἔγχεϊ χαλκείῳ μεσάτης ὑπὲρ ἄντυγα κόρσης
  6. ὠτειλὴ βεβάθυστο χαρασσομένοιο καρήνου.
  7. πολλοὶ δʼ ἔνθα καὶ ἔνθα πολυσπερέων ἐλατήρων
  8. πόντον ἀμοιβαίοισιν ἀνασχίζοντες ἐρετμοῖς
  9. κυανέην λεύκαινον ἐπασσυτέρην χύσιν ἀφρῷ,
  10. καὶ πόνος ἦν ἀνόνητος ἐπειγομένων ἐλατήρων,
  11. συμφερτοὺς δὲ κάλωας ἀοσσητῆρι σιδήρῳ
  12. ἰθυντὴρ ἀπέκοψε καὶ ἔσχισεν ἄορι σειρήν.
  13. Ἀμφοτέρης δὲ φάλαγγος ἐν ἠέρι ῥοῖζον ἰάλλων
  14. ἔρρεεν ἀπλανέων δολιχόσκιος ὄμβρος ὀιστῶν·
  15. ὧν ὁ μὲν ἱστὸν ἔβαλλε μεσαίτατον, ὃς δὲ περήσας
  16. ἱστίον εὐδίνητον ἐβόμβεε σύνδρομος αὔραις,
  17. ἄλλος ἔην προτόνοισι πεπαρμένος, ὃς δὲ μεσόδμῃ
  18. κεῖτο πεσών, ἕτερος δὲ διʼ ἠέρος ἰὸς ἀλήτης
  19. ἀκροτάτης ἐτύχησεν ἀερσιλόφοιο κεραίης,
  20. σέλμασι δʼ ἄλλος ἔην τετανυσμένος· ἀγχιφανῆ δὲ